agapi

Γενναδίου Σχολαρίου

Κατηχητικοὶ καὶ Πανηγυρικοί, Λόγος ια΄, Μ.Κ.1

«Αγάπην εἰς ἀλλήλους ἔχωμεν ἐκτενῆ, ὅτι ἡ ἀγάπη καλύψει πλῆθος ἁμαρτιῶν· πολλῶν δὲ ὄντων τῆς ἀγάπης καρπῶν, τοῦ μεγίστου τῆς ἐλεημοσύνης ἐπιμελώμεθα, κἂν μηδὲν ἔχῃς διδόναι, στέναζον δάκρυσιν ἐπὶ τῇ ἐνδείᾳ τοῦ ἀδελφοῦ, δεῖξον διάθεσιν συναλγοῦντός τε καὶ συμπάσχοντος· μᾶλλον δὲ εἰ μηδεμίαν τῶν ἑπτὰ ἐλεημοσυνῶν τῶν σωματικῶν δύνῃ ποιεῖν, ἤγουν τρέφειν πεινῶντα ἢ ποτίζειν διψῶντα ἢ γυμνὸν περιβάλλειν ἢ ξένον συνάγειν ἢ ἐπισκέπτεσθαι ἀσθενῆ ἢ λυτροῦσθαι αἰχμάλωτον ἢ θάπτειν τὸν τεθνεῶτα, ἀλλὰ δύνασαι πάντως μίαν τινὰ τῶν ἀνταποκρινομένων ταύταις πνευματικῶν ἐλεημοσυνῶν, μᾶλλον δὲ πᾶσαί σοι δυναταὶ μόνον ἐθέλοντι. Δίδαξον τὸν ἀμαθῆ, συμβούλευσον τῷ διστάζοντι, λυπούμενον παραμύθησαι, σωφρόνισον ἁμαρτάνοντα, ἄφες τῷ προσκεκρουκότι, ὑπόμεινον τὸν φορτικὸν καὶ βαρύν, εὖξαι ὑπὲρ ἁπάντων».

 

(Μεταβυζαντινὰ κείμενα, τ. 1, Κέντρον Πατερικῶν Ἐκδόσεων, Ἀθῆναι 2010), 184-185

Please follow and like us:
Facebook0
Facebook
Google+
Google+
https://pagoinia.gr/agapin-eis-allilous/
Instagram
YouTube
Follow by Email